Συνολικές προβολές σελίδας
Κυριακή 8 Ιανουαρίου 2012
Πέμπτη 5 Ιανουαρίου 2012
Καταπληκτικός Λόγος αγίου Ιωάννου Χρυσοστόμου στα άγια Θεοφάνεια
Του Ἁγίου Ἰωάννου Χρυσοστόμου
Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.
Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται...
Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖσα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμενος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ' αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα;
Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖσα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμενος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ' αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα;
τί σεαυτὸν συκοφαντεῖς; σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀνθρώποις ποθητὸς,
καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρότερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυρότερος. Σὺ καὶ κατ' ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώθης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται.
Tί τοίνυν συκοφαντεῖς ἑαυτόν; Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου. Ὁ δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ Δεσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέγετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι' ἐκεῖνον, ἐκεῖνος οὐ δι' ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγιαστικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιοκρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαντας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ἐκεῖνον προσμείνατε, παρ' ἐκείνου τὸ τέλειον δέξασθε βάπτισμα· ἐγὼ λύχνος ἐν μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί.
Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος καὶ παραπλήσια τούτων, οἱ ὑπ' αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον ἀντιβάλλοντες πρὸς ἀλλήλους, καὶ λέγοντες· Καρτερήσωμεν καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν βασιλείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάννης καταπληκτικοῖς λόγοις· ἰσχυρότερον αὐτοῦ παραγενέσθαι λέγει, πτύον καὶ πῦρ καὶ Πνεῦμα φέροντα.
Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βασιλείας παρουσίαν, ἑνὶ ὁ τῶν ὅλων Δεσπότης καὶ Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ' αὐτοῦ βαπτισθῆναι.
Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χριστοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης παρὰ πολλὴν προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξεπλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦσαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον λέγων·
Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, Δέσποτα; τί προδίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον. ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, Δέσποτα; καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασιλέως· καὶ οὐδαμῶς σκῆπτρον βασιλικόν; Δεῖξόν σου τὴν ἀξίαν· τί μόνος καὶ λιτὸς παραγέγονας; ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; ποῦ τὸ τῶν ἀρχαγγέλων τάγμα; ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουργία; ποῦ τὸ πτύον; ποῦ τὸ πῦρ; ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν παρέστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ αρεσκεύασας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστραψας, τὸν δοῦλον ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ Δεσπότης ἐν ἰδιωτικῷ σχήματι παραγενόμενος τὴν κεφαλήν μοι προσκλίνεις; Ἀνάνευσον, κεφαλὴ πάντων ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων;
Ὁ Ἰορδάνης οὐ δέξεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται τὴν τάξιν. Τὰ στοιχεῖα γνωρίζουσι, κἀγὼ μὴ γνωρίσω; Εἰ θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτισον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθεσιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τίς εἶ, καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφαλισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ τῆς παρὰ σοῦ φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ τῆς μητρός μου χρησάμενος στόμα, ἐβόησα δι' αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφάλην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός μου ζητεῖς ἀποκαλυφθῆναί σοι· οὐκ ἔχει ὁ καιρός· πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις, ἀλλ' οὐ πιστεύῃ· ἄπιστον γὰρ τὸ τῶν Ἰουδαίων ἔθνος· οὐ γεννήματα ἐχιδνῶν αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις ἀνακαλυφθῆναί με θέλεις; Οὐ δέχονταί σου τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕποπτον, ὡς εἶναι πρόδρομον· Ἄφες ἄρτι, μείζονα μαρτυρίαν δέξονται. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.
Ὁ δὲ Ἰωάννης λέγει πρὸς αὐτόν· Πῶς, Δέσποτα;
Καὶ ὁ Κύριος πρὸς αὐτόν· Ὥσπερ περιετμήθην, ἵνα τὸν νόμον πληρώσω, βαπτίζομαι ἵνα τὴν χάριν κυρώσω. Ἐὰν μέρος πληρώσω, καὶ μέρος καταλείψω, κολοβὸν καταλιμπάνω τὴν οἰκονομίαν· δεῖ με πάντα πληρῶσαι, ἵνα μετὰ ταῦτα γράψῃ Παῦλος· Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημμελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; Διὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη.
Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατεσκόπουν ἄγγελοι τὸ γενόμενον· Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, Τίς ἐστιν οὗτος; πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.
Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αναρτήθηκε από ΘΡΗΣΚΕΥΤΙΚΑ
Τετάρτη 4 Ιανουαρίου 2012
Μέγας Αγιασμός - Μεγάλο φάρμακο

του Πρωτοπρ. π. Βασιλείου Βολουδάκη
Στις 5 Ιανουαρίου, τελείται στους Ορθοδόξους Ιερούς Ναούς η Ακολουθία του Μεγάλου Αγιασμού και εν συνεχεία οι ιερείς θα αγιάσουν τα σπίτια όσων χριστιανών το επιθυμούν και το ζητήσουν.
Η ίδια Ακολουθία θα τελεσθεί και αύριο, εορτή των Θεοφανείων, κατά την οποία εορτή πανηγυρίζουμε με το γεγονός της Φανερώσεως επί της γης του Χριστού ως Μονογενούς Υιού και λόγου του Θεού Πατρός. Ταυτοχρόνως εορτάζουμε και τη φανέρωση της Αγίας Τριάδας, καθ’ ότι, όπως ψάλλει η Εκκλησία μας «Τριάδος η φανέρωσις εν Ιορδάνη γέγονεν».
Ο αγιασμός και των δύο ημερών, 5ης και 6ης Ιανουαρίου, είναι ίδιος. Δηλαδή έχει την ίδια αγιαστική δύναμη.
Μερικοί, όμως, παρασυρόμενοι από το γεγονός ότι την παραμονή των Θεοφανείων παραλείπεται η ανάγνωση της πρώτης μεγάλης Ευχής ισχυρίζονται ότι, ένεκα αυτής της ελλείψεως, ο αγιασμός της 6ης Ιανουαρίου είναι μεγαλυτέρας αγιαστικής χάριτος. Οι υποστηρικτές αυτής της απόψεως δεν έχουν δίκιο, διότι η παραλειπομένη ευχή δεν είναι αγιαστική αλλά κηρυκτική. Αναλύει θεολογικά το νόημα της εορτής χωρίς, όμως, να περιέχει επίκληση της αγιαστικής Θ. Χάριτος.
Πραγματική διαφορά αγιαστικής δυνάμεως υπάρχει μεταξύ του Μεγάλου Αγιασμού και του Μικρού αγιασμού που τελείται στην αρχή κάθε μηνός.
Η διαφορά αγιαστικής Χάριτος Μικρού και Μεγάλου Αγιασμού δεν είναι ποιοτική αλλά ποσοτική. Δεν διαφέρει η ποιότητα της Θ. Χάριτος, η Οποία είναι η αυτή πάντοτε αλλά διαφέρει η ποσότητα. Το ίδιο συμβαίνει και με την Ιερωσύνη. Και οι τρεις βαθμοί της, Επίσκοπος, Πρεσβύτερος, Διάκονος έχουν λάβει την ίδια ποιότητα Θ. Χάριτος αλλά όχι την ίδια ποσότητα και γι’ αυτό υπάρχει διαφορά στην ενέργεια των τριών βαθμίδων της Ιερωσύνης.
Ο Μέγας Αγιασμός είναι το σπουδαιότερο φάρμακο της Εκκλησίας μας μετά τη Θ. Κοινωνία και γι’ αυτό μεταλαμβάνουμε του αγιασμού πριν να λάβουμε το αντίδωρο, ενώ, αντιθέτως, ο μικρός Αγιασμός, ως τέταρτος κατά σειράν δυνάμεως, λαμβάνεται μετά το αντίδωρο. Μέγα Αγιασμό λαμβάνουν και όσοι δεν έχουν τις προϋποθέσεις και την ανάλογη προετοιμασία για τη Θ. Μετάληψη.
Ο Μέγας Αγιασμός συνδέεται άμεσα με το μυστήριο της Μετανοίας και την Εξομολόγηση, καθ’ ότι η αρχή του ανάγεται στο βάπτισμα μετανοίας του Αγίου Ιωάννου του Προδρόμου, το οποίο ενεργοποιήθηκε και ολοκληρώθηκε με την Παρουσία και την Βάπτιση του Κυρίου μας στον Ιορδάνη ποταμό.
Η σύνδεση του Μ. Αγιασμού με το μυστήριο της Μετανοίας επιτάσσει να προηγείται της μεταλήψεως του Μέγας. Αγιασμού νηστεία άνευ ελαίου, δεδομένου ότι η νηστεία είναι άρρηκτα συνδεδεμένη με τη μετάνοια. Η ανέλαιος νηστεία για την μετάληψη του Μ. Αγιασμού τηρείται πάντοτε και όχι μόνο κατά την παραμονή των Θεοφανείων, εφ’ όσον μετάληψη Μεγάλου Αγιασμού γίνεται καθ’ όλη τη διάρκεια του έτους.
Μερικοί επιμένουν να πιουν Μ. Αγιασμό την παραμονή των Θεοφανείων, χωρίς να έχουν νηστέψει το λάδι, συνεπικουρούμενοι και από κάποιους ιερείς που τους εξοπλίζουν με το τάχα… ακαταμάχητο επιχείρημα: «Μα, γιατί να χρειάζεται να νηστέψουμε το λάδι για να πιούμε Μ. Αγιασμό, αφού με αυτόν ραντίζουμε τους τοίχους και τον χύνουμε στο έδαφος;».
Οι άνθρωποι που προτάσσουν αυτό το επιχείρημα πρέπει να γνωρίζουν ότι μόνο δύο ημέρες (5 και 6 Ιανουαρίου) το χρόνο ο Μέγας Αγιασμός ρίπτεται στο έδαφος και ραντίζεται και αυτό, για να αγιασθεί το περιβάλλον μέσα στο οποίο ζούμε και κινούμεθα εμείς οι άνθρωποι. Το πάτωμα και τα πλακάκια δεν μπορούν να νηστέψουν! Οι πιστοί, όμως, μπορούμε και πρέπει να νηστέψουμε, γιατί, όπως προείπαμε, ο Μέγας Αγιασμός συνδέεται με το μυστήριο της Μετανοίας.
Εξαίρεση στην ανέλαιο νηστεία γίνεται αν συμπέσει η παραμονή των Θεοφανείων, ημέρα Σάββατο ή Κυριακή, οπότε γίνεται κατάλυση ελαίου, διότι ποτέ δεν νηστεύουμε το λάδι, τα Σάββατα και τις Κυριακές παρεκτός μόνο το Μέγα Σάββατο.
Οι αγιαστικές Ευχές καθιστούν το νερό του Μ. Αγιασμού ισοδύναμο με το νερό της βαπτίσεως και γι’ αυτό ο Μ. Αγιασμός χρησιμοποιείται για την βάπτιση βρεφών, που είναι ετοιμοθάνατα, ή βαρειά άρρωστα προς συντόμευση της Ακολουθίας της Βαπτίσεως. Επίσης, εάν τελεσθεί βάπτιση την ημέρα των Θεοφανείων χρησιμοποιείται στην κολυμβήθρα Μέγας Αγιασμός, χωρίς να αναγνωσθεί η Ευχή του Αγιασμού του ύδατος αλλά μόνο τα λόγια, που αφορούν στον βαπτιζόμενο. Η Ακολουθία του Μικρού Αγιασμού (που τελείται κάθε μήνα) δεν περιέχει αγιαστική Ευχή, δηλαδή επίκληση της χάριτος του Αγίου Πνεύματος αλλά ο αγιασμός του ύδατος γίνεται μόνο με την κατάδυση του Τιμίου Σταυρού. Επίσης, ο Μικρός Αγιασμός ρίπτεται και ραντίζεται στο έδαφος καθ’ όλο το έτος εν αντιθέσει με τον Μεγάλο Αγιασμό, ο οποίος, όπως μαρτυρείται στους χειρογράφους κώδικες «ου ρίπτεται το σύνολον» (κωδ. 979 του Σινά) κατά τις λοιπές ημέρες, πλην των ημερών της παραμονής και της εορτής των Θεοφανείων.
Ο Μέγας Αγιασμός φυλάσσεται καθ’ όλο το έτος στο Ιερό Βήμα του Ναού και χρησιμοποιείται από τους Ιερείς στις περιπτώσεις, που προαναφέραμε αλλά και σε άλλες περιστάσεις. Συνεπώς δεν συντρέχει λόγος να φυλάσσεται και στα σπίτια των χριστιανών, δεδομένου ότι για να διατηρηθεί στο σπίτι πρέπει να επικρατούν σ’ αυτό πνευματικές συνθήκες. Εξ άλλου η Εκκλησία μας είναι το«ταμείον της Θ. Χάριτος» και φυσικά δεν θα αρνηθεί ποτέ να μας χορηγήσει τον Μεγάλο Αγιασμό, όταν η περίσταση το καλέσει και ο Πνευματικός κρίνει ότι θα αποβεί «προς ωφέλειαν επιτήδειος».
πηγή
Τρίτη 3 Ιανουαρίου 2012
Εγγραφή σε:
Αναρτήσεις (Atom)












