Συνολικές προβολές σελίδας

Δευτέρα 3 Μαρτίου 2014

Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα, πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες, ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν



Νηστεύσωμεν νηστείαν δεκτήν,
εὐάρεστον τῷ Κυρίῳ,
ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις,
ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή,
ἐπιθυμιῶν χωρισμός,
καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας·
ἡ τούτων ἔνδεια,
νηστεία ἐστίν,
ἀληθὴς καὶ εὐπρόσδεκτος.